Η ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Δ΄ΤΑ ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ
Ὢ τοῦ παραδόξου θαύματος!
Ὤ τοῦ παραδόξου θαύματος! Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.
Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.