ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Β΄ Η ΧΟΡΩΔΙΑ ΤΟΥ ΓΕΩΡΓΙΟΥ ΣΥΡΚΑ:
Δόξα Πατρί... Ἦχος πλ. β’
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ το[Ις Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο΄ ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας΄ ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.