ΑΠΟ ΕΟΡΤΑΣΤΙΚΗ ΕΚΔΗΛΩΣΗ ΣΤΙΣ 6 ΑΠΡΙΛΙΟΥ 2009 ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΑΓΙΟΥ ΜΗΝΑ ΜΗΤΡΟΠΟΛΕΩΣ ΛΕΥΚΑΔΟΣ Η ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΠΕΙΡΑΙΩΣ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Α΄
Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε Ἰησοῦ, ὃν πρὸ μικροῦ ὁ Ἥλιος ἐν σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.